Löydetty 17461 Tulokset: Τῷ
καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν (Daniel 10, 13)
καὶ εἶπέν μοι ἦλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἔτι γὰρ ὅρασις εἰς ἡμέρας (Daniel 10, 14)
καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ’ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα (Daniel 10, 15)
καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατό μου τῶν χειλέων καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου κύριε καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπ’ ἐμέ καὶ οὐκ ἦν ἐν ἐμοὶ ἰσχύς (Daniel 10, 16)
καὶ εἶπέ μοι ἄνθρωπος ἐλεεινὸς εἶ μὴ φοβοῦ ὑγίαινε ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλησάτω ὁ κύριός μου ὅτι ἐνίσχυσέ με (Daniel 10, 19)
καὶ εἶπεν πρός με γινώσκεις τί ἦλθον πρὸς σέ καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο (Daniel 10, 20)
καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετ’ ἐμοῦ ὑπὲρ τούτων ἀλλ’ ἢ Μιχαηλ ὁ ἄγγελος (Daniel 10, 21)
καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι (Daniel 11, 1)
καὶ νῦν ἦλθον τὴν ἀλήθειαν ὑποδεῖξαί σοι ἰδοὺ τρεῖς βασιλεῖς ἀνθεστήκασιν ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων (Daniel 11, 2)
καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ ἣν ἐδυνάστευσε ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέρους διδάξει ταῦτα (Daniel 11, 4)
καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει δυναστεία μεγάλη ἡ δυναστεία αὐτοῦ (Daniel 11, 5)
καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας καὶ οὐ μὴ κατισχύσῃ ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετ’ αὐτοῦ καὶ μενεῖ εἰς ὥρας (Daniel 11, 6)