Löydetty 17461 Tulokset: Τῷ
καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γῆν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων καὶ ᾠκοῦμεν ἐκεῖ (Jeremias 42, 11)
οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου (Jeremias 42, 13)
καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου (Jeremias 42, 16)
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ’ αὐτούς (Jeremias 42, 17)
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν (Jeremias 42, 18)
οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Ιωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς (Jeremias 42, 19)
Gr. Jeremiah 43 (Heb. 36) καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων (Jeremias 43, 1)
λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ’ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης (Jeremias 43, 2)
ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν (Jeremias 43, 3)
καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου (Jeremias 43, 5)
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς (Jeremias 43, 6)
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον (Jeremias 43, 7)