Löydetty 9372 Tulokset: Τῶν
καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον (Levítico 16, 25)
καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν (Levítico 16, 27)
ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι κυρίου καὶ καθαρισθήσεσθε (Levítico 16, 30)
σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν νόμιμον αἰώνιον (Levítico 16, 31)
καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται καὶ περὶ τῶν ἱερέων καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται (Levítico 16, 33)
καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ (Levítico 16, 34)
ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς (Levítico 17, 3)
ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτῶν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά (Levítico 17, 5)
καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν (Levítico 17, 7)
καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν (Levítico 17, 8)
καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν φάγῃ πᾶν αἷμα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς (Levítico 17, 10)
ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται (Levítico 17, 11)