Mosaico decorativo

Löydetty 8293 Tulokset: Τῆς

  • ἐὰν ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως καὶ ἀκούσῃ καὶ σώσεις (II Crônicas 20, 9)

  • καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ’ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν (II Crônicas 20, 11)

  • αὔριον κατάβητε ἐπ’ αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ’ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ (II Crônicas 20, 16)

  • οὐχ ὑμῖν ἐστιν πολεμῆσαι ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ’ ὑμῶν Ιουδα καὶ Ιερουσαλημ μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς καὶ κύριος μεθ’ ὑμῶν (II Crônicas 20, 17)

  • καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἀπὸ τῶν υἱῶν Κορε αἰνεῖν κυρίῳ θεῷ Ισραηλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος (II Crônicas 20, 19)

  • καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ (II Crônicas 20, 21)

  • καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν (II Crônicas 20, 22)

  • καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι (II Crônicas 20, 23)

  • καὶ Ιουδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς οὐκ ἦν σῳζόμενος (II Crônicas 20, 24)

  • καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης (II Crônicas 20, 26)

  • καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ (II Crônicas 20, 29)

  • καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τῆς ἡμέρας ταύτης τότε ἀπέστη Λομνα ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ ὅτι ἐγκατέλιπεν κύριον θεὸν τῶν πατέρων αὐτοῦ (II Crônicas 21, 10)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina