Löydetty 27654 Tulokset: Τὸ
καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. (Atos dos Apóstolos 4, 3)
πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη [ὁ] ἀριθμὸς τῶν ἀνδρῶν [ὡς] χιλιάδες πέντε. (Atos dos Apóstolos 4, 4)
ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν ἰερουσαλήμ (Atos dos Apóstolos 4, 5)
καὶ στήσαντες αὐτοὺς ἐν τῶ μέσῳ ἐπυνθάνοντο, ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; (Atos dos Apóstolos 4, 7)
τότε πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς, ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, (Atos dos Apóstolos 4, 8)
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὖτος σέσωται, (Atos dos Apóstolos 4, 9)
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῶ λαῶ ἰσραὴλ ὅτι ἐν τῶ ὀνόματι ἰησοῦ χριστοῦ τοῦ ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὖτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. (Atos dos Apóstolos 4, 10)
οὖτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. (Atos dos Apóstolos 4, 11)
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. (Atos dos Apóstolos 4, 12)
θεωροῦντες δὲ τὴν τοῦ πέτρου παρρησίαν καὶ ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῶ ἰησοῦ ἦσαν· (Atos dos Apóstolos 4, 13)
τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. (Atos dos Apóstolos 4, 14)
κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους (Atos dos Apóstolos 4, 15)