Mosaico decorativo

Löydetty 27654 Tulokset: Τὸ

  • οἱ οὗν ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῶ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. (São João 19, 31)

  • ἦλθον οὗν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῶ· (São João 19, 32)

  • ἐπὶ δὲ τὸν ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, (São João 19, 33)

  • ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. (São João 19, 34)

  • καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύ[ς]ητε. (São João 19, 35)

  • ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. (São João 19, 36)

  • μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν πιλᾶτον ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας, ὢν μαθητὴς τοῦ ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ πιλᾶτος. ἦλθεν οὗν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. (São João 19, 38)

  • ἦλθεν δὲ καὶ νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. (São João 19, 39)

  • ἔλαβον οὗν τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς ἰουδαίοις ἐνταφιάζειν. (São João 19, 40)

  • ἦν δὲ ἐν τῶ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῶ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· (São João 19, 41)

  • ἐκεῖ οὗν διὰ τὴν παρασκευὴν τῶν ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ἰησοῦν. (São João 19, 42)

  • τῇ δὲ μιᾷ τῶν σαββάτων μαρία ἡ μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. (São João 20, 1)


"Vive-se de fé, não de sonhos." São Padre Pio de Pietrelcina