Löydetty 27654 Tulokset: Τὸ
ἀπεκρίθη ἰησοῦς, εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὗν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· (São João 18, 8)
σίμων οὗν πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῶ δούλῳ μάλχος. (São João 18, 10)
εἶπεν οὗν ὁ ἰησοῦς τῶ πέτρῳ, βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; (São João 18, 11)
ἡ οὗν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ἰουδαίων συνέλαβον τὸν ἰησοῦν καὶ ἔδησαν αὐτὸν (São João 18, 12)
καὶ ἤγαγον πρὸς ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· (São João 18, 13)
ἦν δὲ καϊάφας ὁ συμβουλεύσας τοῖς ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. (São João 18, 14)
ἠκολούθει δὲ τῶ ἰησοῦ σίμων πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῶ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῶ ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, (São João 18, 15)
ὁ δὲ πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὗν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῶ καὶ εἰσήγαγεν τὸν πέτρον. (São João 18, 16)
λέγει οὗν τῶ πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος, οὐκ εἰμί. (São João 18, 17)
εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. (São João 18, 18)
ὁ οὗν ἀρχιερεὺς ἠρώτησεν τὸν ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. (São João 18, 19)
ἀπεκρίθη αὐτῶ ἰησοῦς, ἐγὼ παρρησίᾳ λελάληκα τῶ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῶ ἱερῶ, ὅπου πάντες οἱ ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῶ ἐλάλησα οὐδέν. (São João 18, 20)