Löydetty 27654 Tulokset: Τὸ
καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν (I Macabeus 9, 63)
καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ (I Macabeus 9, 65)
καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν (I Macabeus 9, 66)
καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς (I Macabeus 9, 67)
καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην καὶ συνετρίβη ὑπ’ αὐτῶν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή (I Macabeus 9, 68)
καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ (I Macabeus 9, 69)
καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν (I Macabeus 9, 70)
καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (I Macabeus 9, 71)
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν (I Macabeus 9, 72)
καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ (I Macabeus 9, 73)
καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα καὶ ἐπεδέξαντο αὐτόν καὶ ἐβασίλευσεν ἐκεῖ (I Macabeus 10, 1)
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν (I Macabeus 10, 3)