Mosaico decorativo

Löydetty 27654 Tulokset: Τὸ

  • Gr. Psalm 95 (Heb. 96) ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν ᾠδὴ τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ (Salmos 95, 1)

  • ᾄσατε τῷ κυρίῳ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ (Salmos 95, 2)

  • ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ (Salmos 95, 3)

  • ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς (Salmos 95, 4)

  • ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν (Salmos 95, 5)

  • ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ (Salmos 95, 6)

  • ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ (Salmos 95, 8)

  • προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ (Salmos 95, 9)

  • εἴπατε ἐν τοῖς ἔθνεσιν ὁ κύριος ἐβασίλευσεν καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται κρινεῖ λαοὺς ἐν εὐθύτητι (Salmos 95, 10)

  • εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς (Salmos 95, 11)

  • χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ (Salmos 95, 12)

  • πρὸ προσώπου κυρίου ὅτι ἔρχεται ὅτι ἔρχεται κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ (Salmos 95, 13)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina