Mosaico decorativo

Löydetty 9551 Tulokset: Τὸν

  • τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. (Atos dos Apóstolos 21, 24)

  • περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. (Atos dos Apóstolos 21, 25)

  • ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς ἀσίας ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῶ ἱερῶ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας, (Atos dos Apóstolos 21, 27)

  • κράζοντες, ἄνδρες ἰσραηλῖται, βοηθεῖτε· οὖτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. (Atos dos Apóstolos 21, 28)

  • ἦσαν γὰρ προεωρακότες τρόφιμον τὸν ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῶ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ παῦλος. (Atos dos Apóstolos 21, 29)

  • ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. (Atos dos Apóstolos 21, 30)

  • ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῶ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται ἰερουσαλήμ, (Atos dos Apóstolos 21, 31)

  • ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν παῦλον. (Atos dos Apóstolos 21, 32)

  • ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῶ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. (Atos dos Apóstolos 21, 34)

  • ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, (Atos dos Apóstolos 21, 35)

  • ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, αἶρε αὐτόν. (Atos dos Apóstolos 21, 36)

  • εἶπεν δὲ ὁ παῦλος, ἐγὼ ἄνθρωπος μέν εἰμι ἰουδαῖος, ταρσεὺς τῆς κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. (Atos dos Apóstolos 21, 39)


"Seja modesto no olhar." São Padre Pio de Pietrelcina