Löydetty 9551 Tulokset: Τὸν
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ (Daniel 1, 18)
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ (Daniel 2, 1)
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί κύριε βασιλεῦ τὸν αἰῶνα ζῆθι ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ (Daniel 2, 4)
ὁ δὲ Δανιηλ εἰσῆλθε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως (Daniel 2, 16)
τότε ἀπελθὼν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα (Daniel 2, 17)
τότε τῷ Δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον (Daniel 2, 19)
καὶ ἐκφωνήσας εἶπεν ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι (Daniel 2, 20)
εἰσελθὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω (Daniel 2, 24)
τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα (Daniel 2, 25)
ἀλλ’ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι (Daniel 2, 28)
καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ (Daniel 2, 41)
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ (Daniel 2, 43)