Löydetty 20428 Tulokset: Τὰ
παράγγελλε ταῦτα καὶ δίδασκε. (I Timóteo 4, 11)
μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. (I Timóteo 4, 12)
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. (I Timóteo 4, 14)
ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. (I Timóteo 4, 15)
ἔπεχε σεαυτῶ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. (I Timóteo 4, 16)
χήρας τίμα τὰς ὄντως χήρας. (I Timóteo 5, 3)
ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· (I Timóteo 5, 5)
ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. (I Timóteo 5, 6)
καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. (I Timóteo 5, 7)
εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (I Timóteo 5, 8)
χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, (I Timóteo 5, 9)
νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ χριστοῦ, γαμεῖν θέλουσιν, (I Timóteo 5, 11)