Löydetty 4175 Tulokset: Τὰς
καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν (Esdras 8, 81)
καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίγνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν (Esdras 8, 83)
σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς (Esdras 8, 84)
ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου (Esdras 8, 90)
ἀναστὰς ἐπιτέλει πρὸς σὲ γὰρ τὸ πρᾶγμα καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν (Esdras 8, 91)
καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ισραηλ ποιῆσαι κατὰ ταῦτα καὶ ὤμοσαν (Esdras 8, 92)
καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου (Esdras 9, 1)
καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ (Esdras 9, 7)
καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ’ ἡμῶν τοῦ πράγματος τούτου (Esdras 9, 13)
καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν κατ’ ὄνομα πάντας καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα (Esdras 9, 16)
καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός (Esdras 9, 17)
καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν (Esdras 9, 20)