Löydetty 18056 Tulokset: Τοῦ
τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα οὗ οὐκ ἦν ὕδωρ τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος (Deuteronômio 8, 15)
τοῦ ψωμίσαντός σε τὸ μαννα ἐν τῇ ἐρήμῳ ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σου (Deuteronômio 8, 16)
καὶ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου ὡς σήμερον (Deuteronômio 8, 18)
καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε (Deuteronômio 8, 19)
καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν οὕτως ἀπολεῖσθε ἀνθ’ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν (Deuteronômio 8, 20)
ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ (Deuteronômio 9, 1)
καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου οὗτος προπορεύεται πρὸ προσώπου σου πῦρ καταναλίσκον ἐστίν οὗτος ἐξολεθρεύσει αὐτούς καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολεῖς αὐτούς καθάπερ εἶπέν σοι κύριος (Deuteronômio 9, 3)
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου (Deuteronômio 9, 4)
οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ (Deuteronômio 9, 5)
μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον (Deuteronômio 9, 7)
καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας (Deuteronômio 9, 10)
καὶ εἶπεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς χώνευμα (Deuteronômio 9, 12)