Löydetty 30029 Tulokset: Οὐ
ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου (Deuteronômio 15, 7)
ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καθ’ ὅσον ἐνδεεῖται (Deuteronômio 15, 8)
πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τῆς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ καὶ οὐ δώσεις αὐτῷ καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη (Deuteronômio 15, 9)
διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου (Deuteronômio 15, 10)
οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου (Deuteronômio 15, 11)
ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Εβραῖος ἢ ἡ Εβραία δουλεύσει σοι ἓξ ἔτη καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ (Deuteronômio 15, 12)
ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν (Deuteronômio 15, 13)
ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τῆς ληνοῦ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτῷ (Deuteronômio 15, 14)
καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο (Deuteronômio 15, 15)
ἐὰν δὲ λέγῃ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί (Deuteronômio 15, 16)
καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως (Deuteronômio 15, 17)
οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς (Deuteronômio 15, 18)