Löydetty 30029 Tulokset: Οὐ
οὖ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν, (Tito 3, 6)
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. (Tito 3, 7)
πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῶ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· (Tito 3, 8)
αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, (Tito 3, 10)
εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. (Tito 3, 11)
ὅταν πέμψω ἀρτεμᾶν πρὸς σὲ ἢ τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. (Tito 3, 12)
ζηνᾶν τὸν νομικὸν καὶ ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. (Tito 3, 13)
ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ὑμῶν. (Tito 3, 15)
παῦλος δέσμιος χριστοῦ ἰησοῦ καὶ τιμόθεος ὁ ἀδελφὸς φιλήμονι τῶ ἀγαπητῶ καὶ συνεργῶ ἡμῶν (Filêmon 1, 1)
καὶ ἀπφίᾳ τῇ ἀδελφῇ καὶ ἀρχίππῳ τῶ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· (Filêmon 1, 2)
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. (Filêmon 1, 3)
εὐχαριστῶ τῶ θεῶ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, (Filêmon 1, 4)