Mosaico decorativo

Löydetty 30029 Tulokset: Οὐ

  • ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. (São Lucas 12, 5)

  • οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. (São Lucas 12, 6)

  • ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. (São Lucas 12, 7)

  • λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῶ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· (São Lucas 12, 8)

  • ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. (São Lucas 12, 9)

  • καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῶ· τῶ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. (São Lucas 12, 10)

  • ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· (São Lucas 12, 11)

  • εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῶ, διδάσκαλε, εἰπὲ τῶ ἀδελφῶ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. (São Lucas 12, 13)

  • εἶπεν δὲ πρὸς αὐτούς, ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῶ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῶ. (São Lucas 12, 15)

  • εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. (São Lucas 12, 16)

  • καὶ διελογίζετο ἐν ἑαυτῶ λέγων, τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; (São Lucas 12, 17)

  • καὶ εἶπεν, τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου, (São Lucas 12, 18)


"Reze pelos infiéis, pelo Papa e por todas as necessidades espirituais da Santa Igreja." São Padre Pio de Pietrelcina