Mosaico decorativo

Löydetty 30029 Tulokset: Οὐ

  • καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, (São Lucas 4, 28)

  • καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὖ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν· (São Lucas 4, 29)

  • αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο. (São Lucas 4, 30)

  • καὶ κατῆλθεν εἰς καφαρναοὺμ πόλιν τῆς γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· (São Lucas 4, 31)

  • καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. (São Lucas 4, 32)

  • καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ, (São Lucas 4, 33)

  • ἔα, τί ἡμῖν καὶ σοί, ἰησοῦ ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. (São Lucas 4, 34)

  • καὶ ἐπετίμησεν αὐτῶ ὁ ἰησοῦς λέγων, φιμώθητι καὶ ἔξελθε ἀπ᾽ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. (São Lucas 4, 35)

  • καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, τίς ὁ λόγος οὖτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; (São Lucas 4, 36)

  • καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. (São Lucas 4, 37)

  • ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν σίμωνος. πενθερὰ δὲ τοῦ σίμωνος ἦν συνεχομένη πυρετῶ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. (São Lucas 4, 38)

  • δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. (São Lucas 4, 40)


"Quando a videira se separa da estaca que a sustenta, cai e apodrece." São Padre Pio de Pietrelcina