Löydetty 30029 Tulokset: Οὐ
καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, (São Marcos 15, 29)
σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. (São Marcos 15, 30)
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· (São Marcos 15, 31)
ὁ χριστὸς ὁ βασιλεὺς ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῶ ὠνείδιζον αὐτόν. (São Marcos 15, 32)
καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ, ελωι ελωι λεμα σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; (São Marcos 15, 34)
καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, ἴδε ἠλίαν φωνεῖ. (São Marcos 15, 35)
δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, ἄφετε ἴδωμεν εἰ ἔρχεται ἠλίας καθελεῖν αὐτόν. (São Marcos 15, 36)
ὁ δὲ ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. (São Marcos 15, 37)
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω. (São Marcos 15, 38)
ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ἀληθῶς οὖτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. (São Marcos 15, 39)
ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰακώβου τοῦ μικροῦ καὶ ἰωσῆτος μήτηρ καὶ σαλώμη, (São Marcos 15, 40)
αἳ ὅτε ἦν ἐν τῇ γαλιλαίᾳ ἠκολούθουν αὐτῶ καὶ διηκόνουν αὐτῶ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῶ εἰς ἱεροσόλυμα. (São Marcos 15, 41)