Mosaico decorativo

Löydetty 30029 Tulokset: Οὐ

  • καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαίων ιν (Êxodo 30, 24)

  • καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ ἔλαιον χρῖσμα ἅγιον ἔσται (Êxodo 30, 25)

  • καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου (Êxodo 30, 26)

  • καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος (Êxodo 30, 27)

  • καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ (Êxodo 30, 28)

  • καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι (Êxodo 30, 30)

  • καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν (Êxodo 30, 31)

  • ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμῖν (Êxodo 30, 32)

  • ὃς ἂν ποιήσῃ ὡσαύτως καὶ ὃς ἂν δῷ ἀπ’ αὐτοῦ ἀλλογενεῖ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ (Êxodo 30, 33)

  • καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λαβὲ σεαυτῷ ἡδύσματα στακτήν ὄνυχα χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ ἴσον ἴσῳ ἔσται (Êxodo 30, 34)

  • καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον καθαρόν ἔργον ἅγιον (Êxodo 30, 35)

  • καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν (Êxodo 30, 36)


"Se precisamos ter paciência para suportar os defeitos dos outros, quanto mais ainda precisamos para tolerar nossos próprios defeitos!" São Padre Pio de Pietrelcina