Löydetty 3715 Tulokset: Οὐκ
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου (II Crônicas 24, 6)
καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς κύριον καὶ οὐκ ἤκουσαν καὶ διεμαρτύραντο αὐτοῖς καὶ οὐκ ἤκουσαν (II Crônicas 24, 19)
καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Αζαριαν τὸν τοῦ Ιωδαε τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπεν τάδε λέγει κύριος τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου καὶ οὐκ εὐοδωθήσεσθε ὅτι ἐγκατελίπετε τὸν κύριον καὶ ἐγκαταλείψει ὑμᾶς (II Crônicas 24, 20)
καὶ οὐκ ἐμνήσθη Ιωας τοῦ ἐλέους οὗ ἐποίησεν μετ’ αὐτοῦ Ιωδαε ὁ πατὴρ αὐτοῦ καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτοῦ καὶ ὡς ἀπέθνῃσκεν εἶπεν ἴδοι κύριος καὶ κρινάτω (II Crônicas 24, 22)
καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ’ αὐτοῦ ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ιωδαε τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων (II Crônicas 24, 25)
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ἀλλ’ οὐκ ἐν καρδίᾳ πλήρει (II Crônicas 25, 2)
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ἀλλ’ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται (II Crônicas 25, 4)
καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων βασιλεῦ οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ πάντων τῶν υἱῶν Εφραιμ (II Crônicas 25, 7)
καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου (II Crônicas 25, 15)
καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε πρόσεχε μὴ μαστιγωθῇς καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου (II Crônicas 25, 16)
καὶ οὐκ ἤκουσεν Αμασιας ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων (II Crônicas 25, 20)
καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ (II Crônicas 25, 26)