Mosaico decorativo

Löydetty 17880 Tulokset: Οἱ

  • καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν μὴ ὀργίζου κύριε σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου (Êxodo 32, 22)

  • λέγουσιν γάρ μοι ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ (Êxodo 32, 23)

  • καὶ εἶπα αὐτοῖς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πῦρ καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος (Êxodo 32, 24)

  • καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν (Êxodo 32, 25)

  • ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν τίς πρὸς κύριον ἴτω πρός με συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι (Êxodo 32, 26)

  • καὶ λέγει αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ (Êxodo 32, 27)

  • καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας (Êxodo 32, 28)

  • καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν (Êxodo 32, 29)

  • ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς (Êxodo 32, 31)

  • καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας (Êxodo 32, 32)

  • νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ᾗ δ’ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν (Êxodo 32, 34)

  • καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρων (Êxodo 32, 35)


"Comunguemos com santo temor e com grande amor." São Padre Pio de Pietrelcina