Löydetty 11999 Tulokset: Με
καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό (I Samuel 11, 11)
καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς (I Samuel 11, 12)
καὶ εἶπεν Σαουλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ (I Samuel 11, 13)
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν (I Samuel 11, 14)
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἶπαν μάρτυς (I Samuel 12, 5)
καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ δουλεύσομέν σοι (I Samuel 12, 10)
ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ’ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι (I Samuel 12, 14)
οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα (I Samuel 12, 17)
καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα (I Samuel 12, 19)
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβεῖσθε ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν (I Samuel 12, 20)
πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ’ ὑμῶν (I Samuel 12, 24)
καὶ ἐὰν κακίᾳ κακοποιήσητε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε (I Samuel 12, 25)