Löydetty 27855 Tulokset: Καὶ
καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ (Juízes 11, 34)
καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ἆ ἆ θυγάτηρ μου ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι (Juízes 11, 35)
καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου (Juízes 11, 37)
καὶ εἶπεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη (Juízes 11, 38)
καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ (Juízes 11, 39)
καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί (Juízes 12, 1)
καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν (Juízes 12, 2)
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί (Juízes 12, 3)
καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση (Juízes 12, 4)
καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἶ καὶ εἶπεν οὔ (Juízes 12, 5)
καὶ εἶπαν αὐτῷ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες (Juízes 12, 6)
καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ (Juízes 12, 7)