Mosaico decorativo

Löydetty 27855 Tulokset: Καὶ

  • καὶ δεύτερον εἴρηκαν, ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Apocalipse 19, 3)

  • καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῶα, καὶ προσεκύνησαν τῶ θεῶ τῶ καθημένῳ ἐπὶ τῶ θρόνῳ, λέγοντες, ἀμήν, ἁλληλουϊά. (Apocalipse 19, 4)

  • καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα, αἰνεῖτε τῶ θεῶ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, [καὶ] οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. (Apocalipse 19, 5)

  • καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς [ἡμῶν] ὁ παντοκράτωρ. (Apocalipse 19, 6)

  • χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσωμεν τὴν δόξαν αὐτῶ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν· (Apocalipse 19, 7)

  • καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. (Apocalipse 19, 8)

  • καὶ λέγει μοι, γράψον· μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, οὖτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. (Apocalipse 19, 9)

  • καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῶ. καὶ λέγει μοι, ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν ἰησοῦ· τῶ θεῶ προσκύνησον. ἡ γὰρ μαρτυρία ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας. (Apocalipse 19, 10)

  • καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν [καλούμενος] πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. (Apocalipse 19, 11)

  • οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ [ὡς] φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, (Apocalipse 19, 12)

  • καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ. (Apocalipse 19, 13)

  • καὶ τὰ στρατεύματα [τὰ] ἐν τῶ οὐρανῶ ἠκολούθει αὐτῶ ἐφ᾽ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. (Apocalipse 19, 14)


"De que vale perder-se em vãos temores?". São Padre Pio de Pietrelcina