Löydetty 27855 Tulokset: Καὶ
διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῶ ἦλθεν εἰς τὴν ἑλλάδα, (Atos dos Apóstolos 20, 2)
συνείπετο δὲ αὐτῶ σώπατρος πύρρου βεροιαῖος, θεσσαλονικέων δὲ ἀρίσταρχος καὶ σεκοῦνδος, καὶ γάϊος δερβαῖος καὶ τιμόθεος, ἀσιανοὶ δὲ τυχικὸς καὶ τρόφιμος. (Atos dos Apóstolos 20, 4)
ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. (Atos dos Apóstolos 20, 6)
καθεζόμενος δέ τις νεανίας ὀνόματι εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. (Atos dos Apóstolos 20, 9)
καταβὰς δὲ ὁ παῦλος ἐπέπεσεν αὐτῶ καὶ συμπεριλαβὼν εἶπεν, μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῶ ἐστιν. (Atos dos Apóstolos 20, 10)
ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. (Atos dos Apóstolos 20, 11)
ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. (Atos dos Apóstolos 20, 12)
δουλεύων τῶ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ἰουδαίων· (Atos dos Apóstolos 20, 19)
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, (Atos dos Apóstolos 20, 20)
διαμαρτυρόμενος ἰουδαίοις τε καὶ ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν ἰησοῦν. (Atos dos Apóstolos 20, 21)
καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῶ πνεύματι πορεύομαι εἰς ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, (Atos dos Apóstolos 20, 22)
πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. (Atos dos Apóstolos 20, 23)