Löydetty 27855 Tulokset: Καὶ
λέγει αὐτῶ ὁ ἰησοῦς, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. (São João 5, 8)
καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. (São João 5, 9)
ἔλεγον οὗν οἱ ἰουδαῖοι τῶ τεθεραπευμένῳ, σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν σου. (São João 5, 10)
ὁ δὲ ἀπεκρίθη αὐτοῖς, ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. (São João 5, 11)
ἠρώτησαν αὐτόν, τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον καὶ περιπάτει; (São João 5, 12)
μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ἰησοῦς ἐν τῶ ἱερῶ καὶ εἶπεν αὐτῶ, ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. (São João 5, 14)
ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς ἰουδαίοις ὅτι ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. (São João 5, 15)
καὶ διὰ τοῦτο ἐδίωκον οἱ ἰουδαῖοι τὸν ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. (São João 5, 16)
διὰ τοῦτο οὗν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῶ θεῶ. (São João 5, 18)
ἀπεκρίνατο οὗν ὁ ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. (São João 5, 19)
ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῶ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῶ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. (São João 5, 20)
ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. (São João 5, 21)