Löydetty 27855 Tulokset: Καὶ
καὶ ἠρώτησαν αὐτόν, τί οὗν; σύ ἠλίας εἶ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. (São João 1, 21)
καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. (São João 1, 24)
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῶ, τί οὗν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ ἠλίας οὐδὲ ὁ προφήτης; (São João 1, 25)
τῇ ἐπαύριον βλέπει τὸν ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. (São João 1, 29)
καὶ ἐμαρτύρησεν ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· (São João 1, 32)
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὖτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. (São João 1, 33)
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὖτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. (São João 1, 34)
τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, (São João 1, 35)
καὶ ἐμβλέψας τῶ ἰησοῦ περιπατοῦντι λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. (São João 1, 36)
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῶ ἰησοῦ. (São João 1, 37)
στραφεὶς δὲ ὁ ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῶ, ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις; (São João 1, 38)
λέγει αὐτοῖς, ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὗν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῶ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. (São João 1, 39)