Löydetty 27855 Tulokset: Καὶ
καὶ ἀπεκρίθησαν αὐτῶ οἱ μαθηταὶ αὐτοῦ ὅτι πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; (São Marcos 8, 4)
καὶ ἠρώτα αὐτούς, πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν, ἑπτά. (São Marcos 8, 5)
καὶ παραγγέλλει τῶ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῶ ὄχλῳ. (São Marcos 8, 6)
καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι. (São Marcos 8, 7)
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. (São Marcos 8, 8)
ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. (São Marcos 8, 9)
καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη δαλμανουθά. (São Marcos 8, 10)
καὶ ἐξῆλθον οἱ φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῶ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. (São Marcos 8, 11)
καὶ ἀναστενάξας τῶ πνεύματι αὐτοῦ λέγει, τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. (São Marcos 8, 12)
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν. (São Marcos 8, 13)
καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῶ πλοίῳ. (São Marcos 8, 14)
καὶ διεστέλλετο αὐτοῖς λέγων, ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν φαρισαίων καὶ τῆς ζύμης ἡρῴδου. (São Marcos 8, 15)