Mosaico decorativo

Löydetty 27855 Tulokset: Καὶ

  • καὶ ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν τοῦ ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόμα[τα] βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς· (São Marcos 3, 17)

  • καὶ ἀνδρέαν καὶ φίλιππον καὶ βαρθολομαῖον καὶ μαθθαῖον καὶ θωμᾶν καὶ ἰάκωβον τὸν τοῦ ἁλφαίου καὶ θαδδαῖον καὶ σίμωνα τὸν καναναῖον (São Marcos 3, 18)

  • καὶ ἰούδαν ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. (São Marcos 3, 19)

  • καὶ ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [ὁ] ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. (São Marcos 3, 20)

  • καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. (São Marcos 3, 21)

  • καὶ οἱ γραμματεῖς οἱ ἀπὸ ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῶ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. (São Marcos 3, 22)

  • καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; (São Marcos 3, 23)

  • καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· (São Marcos 3, 24)

  • καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι. (São Marcos 3, 25)

  • καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει. (São Marcos 3, 26)

  • ἀλλ᾽ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. (São Marcos 3, 27)

  • ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· (São Marcos 3, 28)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina