Löydetty 27855 Tulokset: Καὶ
καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὖρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ, μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. (São Mateus 21, 19)
καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες, πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; (São Mateus 21, 20)
ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῶ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· (São Mateus 21, 21)
καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. (São Mateus 21, 22)
καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῶ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; (São Mateus 21, 23)
καὶ ἀποκριθέντες τῶ ἰησοῦ εἶπαν, οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. (São Mateus 21, 27)
τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῶ πρώτῳ εἶπεν, τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῶ ἀμπελῶνι. (São Mateus 21, 28)
προσελθὼν δὲ τῶ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. (São Mateus 21, 30)
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. (São Mateus 21, 31)
ἦλθεν γὰρ ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῶ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῶ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῶ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῶ. (São Mateus 21, 32)
ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῶ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῶ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. (São Mateus 21, 33)
ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. (São Mateus 21, 34)