Löydetty 27855 Tulokset: Καὶ
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες (Jeremias 27, 4)
ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται (Jeremias 27, 5)
πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ’ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν (Jeremias 27, 7)
ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων (Jeremias 27, 8)
ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή (Jeremias 27, 9)
καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται (Jeremias 27, 10)
ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι (Jeremias 27, 11)
ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς (Jeremias 27, 13)
κατακροτήσατε ἐπ’ αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ’ αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ (Jeremias 27, 15)
ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται (Jeremias 27, 16)
πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξῶσαν αὐτόν ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος (Jeremias 27, 17)
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ (Jeremias 27, 18)