Löydetty 27855 Tulokset: Καὶ
ὦ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν (Eclesiástico 41, 2)
μὴ εὐλαβοῦ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων (Eclesiástico 41, 3)
τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς (Eclesiástico 41, 4)
τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν (Eclesiástico 41, 5)
τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος (Eclesiástico 41, 6)
καὶ ἐὰν γεννηθῆτε εἰς κατάραν γεννηθήσεσθε καὶ ἐὰν ἀποθάνητε εἰς κατάραν μερισθήσεσθε (Eclesiástico 41, 9)
ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ (Eclesiástico 41, 13)
παιδείαν ἐν εἰρήνῃ συντηρήσατε τέκνα σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις (Eclesiástico 41, 14)
τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται (Eclesiástico 41, 16)
αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους (Eclesiástico 41, 17)
ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας (Eclesiástico 41, 18)
ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς (Eclesiástico 41, 19)