Löydetty 27855 Tulokset: Καὶ
καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς (Eclesiástico 38, 8)
τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ’ εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε (Eclesiástico 38, 9)
ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν (Eclesiástico 38, 10)
δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων (Eclesiástico 38, 11)
καὶ ἰατρῷ δὸς τόπον καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος καὶ μὴ ἀποστήτω σου καὶ γὰρ αὐτοῦ χρεία (Eclesiástico 38, 12)
ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία (Eclesiástico 38, 13)
καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως (Eclesiástico 38, 14)
τέκνον ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ (Eclesiástico 38, 16)
πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα (Eclesiástico 38, 17)
ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος καὶ λύπη καρδίας κάμψει ἰσχύν (Eclesiástico 38, 18)
ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη καὶ βίος πτωχοῦ κατὰ καρδίας (Eclesiástico 38, 19)
μὴ ἐπιλάθῃ οὐ γάρ ἐστιν ἐπάνοδος καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις (Eclesiástico 38, 21)