Löydetty 27855 Tulokset: Καὶ
καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν (Eclesiástico 15, 2)
ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν (Eclesiástico 15, 3)
στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ (Eclesiástico 15, 4)
καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ (Eclesiástico 15, 5)
εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει (Eclesiástico 15, 6)
οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν (Eclesiástico 15, 7)
μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς (Eclesiástico 15, 8)
ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ κύριος εὐοδώσει αὐτόν (Eclesiástico 15, 10)
πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν (Eclesiástico 15, 13)
αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ (Eclesiástico 15, 14)
ἐὰν θέλῃς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας (Eclesiástico 15, 15)
παρέθηκέν σοι πῦρ καὶ ὕδωρ οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου (Eclesiástico 15, 16)