Löydetty 27855 Tulokset: Καὶ
κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται (Eclesiástico 10, 1)
κατὰ τὸν κριτὴν τοῦ λαοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν (Eclesiástico 10, 2)
βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν (Eclesiástico 10, 3)
ἐν χειρὶ κυρίου ἡ ἐξουσία τῆς γῆς καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς (Eclesiástico 10, 4)
ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ (Eclesiástico 10, 5)
ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως (Eclesiástico 10, 6)
μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία (Eclesiástico 10, 7)
βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα (Eclesiástico 10, 8)
τί ὑπερηφανεύεται γῆ καὶ σποδός ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ (Eclesiástico 10, 9)
μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει (Eclesiástico 10, 10)
ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας (Eclesiástico 10, 11)
ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ (Eclesiástico 10, 12)