Löydetty 27855 Tulokset: Καὶ
καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν (I Macabeus 3, 50)
καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει (I Macabeus 3, 51)
καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφ’ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς σὺ οἶδας ἃ λογίζονται ἐφ’ ἡμᾶς (I Macabeus 3, 52)
καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν φωνῇ μεγάλῃ (I Macabeus 3, 54)
καὶ μετὰ τοῦτο κατέστησεν Ιουδας ἡγουμένους τοῦ λαοῦ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους (I Macabeus 3, 55)
καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον (I Macabeus 3, 56)
καὶ ἀπῆρεν ἡ παρεμβολή καὶ παρενέβαλον κατὰ νότον Αμμαους (I Macabeus 3, 57)
καὶ εἶπεν Ιουδας περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφ’ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν (I Macabeus 3, 58)
ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων (I Macabeus 3, 59)
καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς (I Macabeus 4, 1)
ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί (I Macabeus 4, 2)
καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους (I Macabeus 4, 3)