Mosaico decorativo

Löydetty 3209 Tulokset: Θεό

  • ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῶ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῶ αὐτῶ κρίματι εἶ; (São Lucas 23, 40)

  • ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὖτος δίκαιος ἦν. (São Lucas 23, 47)

  • _ οὖτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν _ ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, (São Lucas 23, 51)

  • καὶ εἶπεν αὐτοῖς, ποῖα; οἱ δὲ εἶπαν αὐτῶ, τὰ περὶ ἰησοῦ τοῦ ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, (São Lucas 24, 19)

  • καὶ ἦσαν διὰ παντὸς ἐν τῶ ἱερῶ εὐλογοῦντες τὸν θεόν. (São Lucas 24, 53)

  • ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. (São João 1, 1)

  • οὖτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. (São João 1, 2)

  • ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῶ ἰωάννης· (São João 1, 6)

  • ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, (São João 1, 12)

  • οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν. (São João 1, 13)

  • θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. (São João 1, 18)

  • τῇ ἐπαύριον βλέπει τὸν ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. (São João 1, 29)


"Deus quer que as suas misérias sejam o trono da Sua misericórdia." São Padre Pio de Pietrelcina