Löydetty 3858 Tulokset: Θεού του Ισραήλ
καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ’ αὐτὴν ὠδῖνες αὐτῆς (I Samuel 4, 19)
καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς (I Samuel 4, 21)
καὶ εἶπαν ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν κυρίου (I Samuel 4, 22)
καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς Ἄζωτον (I Samuel 5, 1)
καὶ ὤρθρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγων καὶ εἶδον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ θεοῦ καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς (I Samuel 5, 3)
καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ Ισραηλ μεθ’ ἡμῶν ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ Δαγων θεὸν ἡμῶν (I Samuel 5, 7)
καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτῷ θεοῦ Ισραηλ καὶ λέγουσιν οἱ Γεθθαῖοι μετελθέτω κιβωτὸς τοῦ θεοῦ πρὸς ἡμᾶς καὶ μετῆλθεν κιβωτὸς τοῦ θεοῦ εἰς Γεθθα (I Samuel 5, 8)
καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν (I Samuel 5, 10)
καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ισραηλ ἐκεῖ (I Samuel 5, 11)
καὶ εἶπαν εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης κυρίου θεοῦ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμῖν μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ’ ὑμῶν (I Samuel 6, 3)
καὶ ἐγενήθη ἀφ’ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου (I Samuel 7, 2)
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων (I Samuel 7, 3)