Löydetty 11889 Tulokset: Εἰς
καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι (I Macabeus 2, 44)
Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην (I Macabeus 2, 52)
Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας (I Macabeus 2, 57)
Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν (I Macabeus 2, 58)
καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας (I Macabeus 2, 62)
σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται (I Macabeus 2, 63)
καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν (I Macabeus 2, 67)
ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου (I Macabeus 2, 68)
καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν (I Macabeus 3, 4)
καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν (I Macabeus 3, 7)
καὶ διῆλθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ (I Macabeus 3, 8)
καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον (I Macabeus 3, 11)