Löydetty 11889 Tulokset: Εἰς
ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἕως εἷς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς (Neemias 6, 20)
καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμῳ τῷ Αρθασασθα τῷ βασιλεῖ (Neemias 7, 7)
καὶ ἤλθοσαν εἰς Ιερουσαλημ τῷ μηνὶ τῷ πέμπτῳ τοῦτο ἔτος ἕβδομον τῷ βασιλεῖ (Neemias 7, 8)
ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ιερουσαλημ ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ’ αὐτόν (Neemias 7, 9)
ἀπ’ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ὁ ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ισραηλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ιερουσαλημ μετὰ σοῦ πορευθῆναι (Neemias 7, 13)
ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου (Neemias 7, 14)
καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ Ισραηλ τῷ ἐν Ιερουσαλημ κατασκηνοῦντι (Neemias 7, 15)
καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ιερουσαλημ (Neemias 7, 16)
καὶ πᾶν προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ιερουσαλημ (Neemias 7, 17)
καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον τοῦ θεοῦ ἐν Ιερουσαλημ (Neemias 7, 19)
καὶ κατάλοιπον χρείας οἴκου θεοῦ σου ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως (Neemias 7, 20)
πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ (Neemias 7, 23)