Löydetty 11889 Tulokset: Εἰς
καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ (II Crônicas 36, 10)
καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ (II Crônicas 36, 14)
καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα (II Crônicas 36, 18)
καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ κατέσκαψεν τὸ τεῖχος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν (II Crônicas 36, 19)
καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων (II Crônicas 36, 20)
τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα (II Crônicas 36, 21)
στήσας τοὺς ἱερεῖς κατ’ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου (Esdras 1, 2)
καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια μόσχους τριακοσίους (Esdras 1, 8)
καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ὁ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα πρόβατα πεντακισχίλια μόσχους ἑπτακοσίους (Esdras 1, 9)
καὶ ταῦτα τὰ γενόμενα εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται (Esdras 1, 10)
μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων (Esdras 1, 14)
καὶ πάντες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιοῦτον οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι καὶ πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ (Esdras 1, 19)