Löydetty 11645 Tulokset: Δὲ
φίλιππος δὲ εὑρέθη εἰς ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς καισάρειαν. (Atos dos Apóstolos 8, 40)
ὁ δὲ σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῶ ἀρχιερεῖ (Atos dos Apóstolos 9, 1)
ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ. (Atos dos Apóstolos 9, 2)
ἐν δὲ τῶ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῶ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, (Atos dos Apóstolos 9, 3)
εἶπεν δέ, τίς εἶ, κύριε; ὁ δέ, ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις· (Atos dos Apóstolos 9, 5)
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν. (Atos dos Apóstolos 9, 6)
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῶ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. (Atos dos Apóstolos 9, 7)
ἠγέρθη δὲ σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς δαμασκόν. (Atos dos Apóstolos 9, 8)
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. (Atos dos Apóstolos 9, 9)
ἦν δέ τις μαθητὴς ἐν δαμασκῶ ὀνόματι ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος, ἁνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε. (Atos dos Apóstolos 9, 10)
ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ἰούδα σαῦλον ὀνόματι ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, (Atos dos Apóstolos 9, 11)
καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῶ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ. (Atos dos Apóstolos 9, 12)