Löydetty 11645 Tulokset: Δὲ
μηδέποτε δευτερώσῃς λόγον καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ (Eclesiástico 19, 7)
ἔλεγξον τὸν πλησίον μήποτε οὐκ εἶπεν καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ (Eclesiástico 19, 14)
ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν (Eclesiástico 20, 7)
ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται (Eclesiástico 20, 8)
ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται (Eclesiástico 20, 13)
ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται (Eclesiástico 20, 19)
ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται (Eclesiástico 20, 21)
μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται (Eclesiástico 20, 24)
αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν (Eclesiástico 20, 25)
ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς (Eclesiástico 20, 26)
τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι (Eclesiástico 21, 1)
γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν (Eclesiástico 21, 7)