Löydetty 11645 Tulokset: Δὲ
καὶ Σαμουηλ εἶδεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι οὗτος ἄρξει ἐν τῷ λαῷ μου (I Samuel 9, 17)
καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ (I Samuel 10, 16)
καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς (I Samuel 10, 18)
καὶ εἶπεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ (I Samuel 11, 2)
καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς (I Samuel 11, 7)
καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν (I Samuel 11, 9)
καὶ εἶπεν Σαουλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ (I Samuel 11, 13)
καὶ εἶπαν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν (I Samuel 12, 4)
καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ’ ὑμᾶς καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ ἡμῶν καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν (I Samuel 12, 12)
ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν (I Samuel 12, 15)
καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν (I Samuel 12, 16)
οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα (I Samuel 12, 17)