Löydetty 872 Tulokset: Βασιλεὺς
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ Ελισαιε καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο (II Reis 6, 10)
καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ ὡς εἶδεν αὐτούς εἰ πατάξας πατάξω πάτερ (II Reis 6, 21)
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν Σαμάρειαν (II Reis 6, 24)
καὶ ἦν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σῶσον κύριε βασιλεῦ (II Reis 6, 26)
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν (II Reis 6, 30)
καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ’ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ Ελισαιε καὶ εἶπεν ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ μὴ ἔσται τὸ ῥῆμα τοῦτο καὶ Ελισαιε εἶπεν ἰδοὺ σὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ (II Reis 7, 2)
καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ νῦν ἐμισθώσατο ἐφ’ ἡμᾶς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ’ ἡμᾶς (II Reis 7, 6)
καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν Συρία ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως καὶ συλλημψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα (II Reis 7, 12)
καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων δεῦτε καὶ ἴδετε (II Reis 7, 14)
καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ’ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πύλης καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν (II Reis 7, 17)
καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ελισαιε (II Reis 8, 4)
καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν (II Reis 8, 6)