Mosaico decorativo

Löydetty 1753 Tulokset: Αὐτοῖς

  • ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῶ ἐπιτρόπῳ αὐτοῦ, κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. (São Mateus 20, 8)

  • καὶ ἀναβαίνων ὁ ἰησοῦς εἰς ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαθητὰς] κατ᾽ ἰδίαν, καὶ ἐν τῇ ὁδῶ εἶπεν αὐτοῖς, (São Mateus 20, 17)

  • λέγει αὐτοῖς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν [τοῦτο] δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. (São Mateus 20, 23)

  • ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, κύριε, υἱὸς δαυίδ. (São Mateus 20, 31)

  • λέγων αὐτοῖς, πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. (São Mateus 21, 2)

  • πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς (São Mateus 21, 6)

  • καὶ λέγει αὐτοῖς, γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν. (São Mateus 21, 13)

  • καὶ εἶπαν αὐτῶ, ἀκούεις τί οὖτοι λέγουσιν; ὁ δὲ ἰησοῦς λέγει αὐτοῖς, ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; (São Mateus 21, 16)

  • ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῶ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· (São Mateus 21, 21)

  • ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· (São Mateus 21, 24)

  • καὶ ἀποκριθέντες τῶ ἰησοῦ εἶπαν, οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. (São Mateus 21, 27)

  • τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. (São Mateus 21, 31)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina