Löydetty 6961 Tulokset: Αυτού Μεγαλειότητα
καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ (I Macabeus 7, 2)
καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ (I Macabeus 7, 4)
καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν (I Macabeus 7, 6)
καὶ ἀπῇρον καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ιουδα καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου (I Macabeus 7, 10)
καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ’ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα (I Macabeus 7, 19)
καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀφῆκεν μετ’ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ καὶ ἀπῆλθεν Βακχίδης πρὸς τὸν βασιλέα (I Macabeus 7, 20)
καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ’ αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔθνη (I Macabeus 7, 23)
ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ’ αὐτοῦ καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά (I Macabeus 7, 25)
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν (I Macabeus 7, 26)
καὶ ἦλθεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων (I Macabeus 7, 27)
καὶ ἐγνώσθη ὁ λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλθεν ἐπ’ αὐτόν καὶ ἐπτοήθη ἀπ’ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ (I Macabeus 7, 30)
καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα (I Macabeus 7, 31)