Zechariah, 12
1. The burden of the word of the Lord upon Israel. Thus saith the Lord, who stretcheth forth the heavens, and layeth the foundations of the earth, and formeth the spirit of man in him :
1. λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ
2. Behold I will make Jerusalem a lintel of surfeiting to all the people round about: and Juda also shall be in the siege against Jerusalem.
2. ἰδοὺ ἐγὼ τίθημι τὴν Ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ
3. And it shall come to pass in that day, that I will make Jerusalem a burdensome stone to all people: all that shall lift it up shall be rent and torn, and all the kingdoms of the earth shall be gathered together against her.
3. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς
4. In that day, saith the Lord, I will strike every horse with astonishment, and his rider with madness: and I will open my eyes upon the house of Juda, and will strike every horse of the nations with blindness.
4. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει
5. And the governors of Juda shall say in their heart: Let the inhabitants of Jerusalem be strengthened for me in the Lord of hosts, their God.
5. καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν
6. In that day I will make the governors of Juda like a furnace of fire amongst wood, and as a firebrand amongst hay: and they shall devour all the people round about, to the right hand, and to the left: and Jerusalem shall be inhabited again in her own place in Jerusalem.
6. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ’ ἑαυτήν
7. And the Lord shall save the tabernacles of Juda, as in the beginning: that the house of David, and the glory of the inhabitants of Jerusalem, may not boast and magnify themselves against Juda.
7. καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ’ ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν
8. In that day shall the Lord protect the inhabitants of Jerusalem, and he that hath offended among them in that day shall be as David: and the house of David, as that of God, as an angel of the Lord in their sight.
8. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ ὁ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν
9. And it shall come to pass in that day, that I will seek to destroy all the nations that come against Jerusalem.
9. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ
10. And I will pour out upon the house of David, and upon the inhabitants of Jerusalem, the spirit of grace, and of prayers: and they shall look upon me, whom they have pierced: and they shall mourn for him as one mourneth for an only son, and they shall grieve over him, as the manner is to grieve for the death of the firstborn.
10. καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ’ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ’ αὐτὸν κοπετὸν ὡς ἐπ’ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ
11. In that day there shall be a great lamentation in Jerusalem like the lamentation of Adadremmon in the plain of Mageddon.
11. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου
12. And the land shall mourn: families and families apart: the families of the house of David apart, and their women apart:
12. καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς φυλὴ οἶκου Δαυιδ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς
13. The families of the house of Nathan apart, and their women apart: the families of the house of Levi apart, and their women apart: the families of Semei apart, and their women apart.
13. φυλὴ οἴκου Λευι καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς φυλὴ τοῦ Συμεων καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς
14. All the rest of the families, families and families apart, and their women apart.
14. πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς
