Judith, 4
1. Then the children of Israel, who dwelt in the land of Juda, hearing these things, were exceedingly afraid of him.
1. καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα ὅσα ἐποίησεν Ολοφέρνης τοῖς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν
2. Dread and horror seized upon their minds, lest he should do the same to Jerusalem and to the temple of the Lord, that he had done to other cities and their temples.
2. καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ιερουσαλημ καὶ τοῦ ναοῦ κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν
3. And they sent into all Samaria round about, as far as Jericho, and seized upon all the tops of the mountains:
3. ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ιουδαίας καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν
4. And they compassed their towns with walls, and gathered together corn for provision for war.
4. καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλῶνα Σαλημ
5. And Eliachim the priest wrote to all that were over against Esdrelon, which faceth the great plain near Dothain, and to all by whom there might be a passage of way, that they should take possession of the ascents of the mountains, by which there might be any way to Jerusalem, and should keep watch where the way was narrow between the mountains.
5. καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα
6. And the children of Israel did as the priest of the Lord Eliachim had appointed them,
6. καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσθαιμ ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαϊμ
7. And all the people cried to the Lord with great earnestness, and they humbled their souls in fastings, and prayers, both they and their wives.
7. λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς ὅτι δι’ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ιουδαίαν καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας στενῆς τῆς προσβάσεως οὔσης ἐπ’ ἄνδρας τοὺς πάντας δύο
8. And the priests put on haircloths, and they caused the little children to lie prostrate before the temple of the Lord, and the altar of the Lord they covered with haircloth.
8. καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοῖς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ οἳ ἐκάθηντο ἐν Ιερουσαλημ
9. And they cried to the Lord the God of Israel with one accord, that their children might not be made a prey, and their wives carried off, and their cities destroyed, and their holy things profaned, and that they might not be made a reproach to the Gentiles.
9. καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ισραηλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ καὶ ἐταπείνωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ
10. Then Eliachim the high priest of the Lord went about all Israel and spoke to them,
10. αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος καὶ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν
11. Saying: Know ye that the Lord will hear your prayers, if you continue with perseverance in fastings and prayers in the sight of the Lord.
11. καὶ πᾶς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον κυρίου
12. Remember Moses the servant of the Lord, who overcame Amalec that trusted in his own strength, and in his power, and in his army, and in his shields, and in his chariots, and in his horsemen, not by fighting with the sword, but by holy prayers:
12. καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔθνεσιν
13. So shall all the enemies of Israel be, if you persevere in this work which you have begun.
13. καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδεν τὴν θλῖψιν αὐτῶν καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων κυρίου παντοκράτορος
14. So they being moved by this exhortation of his, prayed to the Lord, and continued in the sight of the Lord.
14. καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερεῖς καὶ οἱ λειτουργοῦντες κυρίῳ σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ
15. So that even they who offered the holocausts to the Lord, offered the sacrifices to the Lord girded with haircloths, and with ashes upon their head.
15. καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ισραηλ
16. And they all begged of God with all their heart, that he would visit his people Israel.
16.
